[7.1] Ὥς γε μὴν φιλόπολις ἦν καθ’ ἓν μὲν ἕκαστον μακρὸν ἂν
εἴη γράφειν· οἴομαι γὰρ οὐδὲν εἶναι τῶν πεπραγμένων αὐτῷ
ὅ τι οὐκ εἰς τοῦτο συντείνει. ὡς δ’ ἐν βραχεῖ εἰπεῖν,
ἅπαντες ἐπιστάμεθα ὅτι Ἀγησίλαος, ὅπου ᾤετο τὴν πατρίδα
τι ὠφελήσειν, οὐ πόνων ὑφίετο, οὐ κινδύνων ἀφίστατο, οὐ
χρημάτων ἐφείδετο, οὐ σῶμα, οὐ γῆρας προὐφασίζετο, ἀλλὰ
καὶ βασιλέως ἀγαθοῦ τοῦτο ἔργον ἐνόμιζε, τὸ τοὺς ἀρχο-
μένους ὡς πλεῖστα ἀγαθὰ ποιεῖν. [7.2] ἐν τοῖς μεγίστοις δὲ
ὠφελήμασι τῆς πατρίδος καὶ τόδε ἐγὼ τίθημι αὐτοῦ, ὅτι
δυνατώτατος ὢν ἐν τῇ πόλει φανερὸς ἦν μάλιστα τοῖς
νόμοις λατρεύων. τίς γὰρ ἂν ἠθέλησεν ἀπειθεῖν ὁρῶν τὸν
βασιλέα πειθόμενον; τίς δ’ ἂν ἡγούμενος μειονεκτεῖν νεώ-
τερόν τι ἐπεχείρησε ποιεῖν εἰδὼς τὸν βασιλέα νομίμως καὶ
τὸ κρατεῖσθαι φέροντα; [7.3] ὃς καὶ πρὸς τοὺς διαφόρους ἐν τῇ
πόλει ὥσπερ πατὴρ πρὸς παῖδας προσεφέρετο. ἐλοιδορεῖτο
μὲν γὰρ ἐπὶ τοῖς ἁμαρτήμασιν, ἐτίμα δ’ εἴ τι καλὸν πράτ-
τοιεν, παρίστατο δ’ εἴ τις συμφορὰ συμβαίνοι, ἐχθρὸν μὲν
οὐδένα ἡγούμενος πολίτην, ἐπαινεῖν δὲ πάντας ἐθέλων, σῴ-
ζεσθαι δὲ πάντας κέρδος νομίζων, ζημίαν δὲ τιθεὶς εἰ καὶ
ὁ μικροῦ ἄξιος ἀπόλοιτο· εἰ δ’ ἐν τοῖς νόμοις ἠρεμοῦντες
διαμένοιεν, δῆλος ἦν εὐδαίμονα μὲν αἰεὶ ἔσεσθαι τὴν πατρίδα
λογιζόμενος, ἰσχυρὰν δὲ τότε ὅταν οἱ Ἕλληνες σωφρονῶσιν.
[7.4] εἴ γε μὴν αὖ καλὸν Ἕλληνα ὄντα φιλέλληνα εἶναι, τίνα τις
οἶδεν ἄλλον στρατηγὸν ἢ πόλιν οὐκ ἐθέλοντα αἱρεῖν, ὅταν
οἴηται πορθήσειν, ἢ συμφορὰν νομίζοντα τὸ νικᾶν ἐν τῷ
πρὸς Ἕλληνας πολέμῳ; [7.5] ἐκεῖνος τοίνυν, ἀγγελίας μὲν
ἐλθούσης αὐτῷ ὡς ἐν τῇ <ἐν> Κορίνθῳ μάχῃ ὀκτὼ μὲν
Λακεδαιμονίων, ἐγγὺς δὲ μύριοι τεθναῖεν <τῶν πολεμίων>,
οὐκ ἐφησθεὶς φανερὸς ἐγένετο, ἀλλ’ εἶπεν ἄρα· Φεῦ <σου>,
ὦ Ἑλλάς, ὁπότε οἱ νῦν τεθνηκότες ἱκανοὶ ἦσαν ζῶντες νικᾶν
μαχόμενοι πάντας τοὺς βαρβάρους. [7.6] Κορινθίων γε μὴν τῶν
φευγόντων λεγόντων ὅτι ἐνδιδοῖτο αὐτοῖς ἡ πόλις, καὶ
μηχανὰς ἐπιδεικνύντων αἷς πάντως ἤλπιζον <ἂν> ἑλεῖν τὰ
τείχη, οὐκ ἤθελε προσβάλλειν, λέγων ὅτι οὐκ ἀνδραποδί-
ζεσθαι δέοι Ἑλληνίδας πόλεις ἀλλὰ σωφρονίζειν. εἰ δὲ
τοὺς ἁμαρτάνοντας, ἔφη, ἡμῶν αὐτῶν ἀφανιοῦμεν, ὁρᾶν χρὴ
μὴ οὐδ’ ἕξομεν μεθ’ ὅτου τῶν βαρβάρων κρατήσομεν. [7.7] εἰ
δ’ αὖ καλὸν καὶ μισοπέρσην εἶναι, ὅτι καὶ ὁ πάλαι ἐξεστρά-
τευσεν ὡς δουλωσόμενος τὴν Ἑλλάδα καὶ ὁ νῦν συμμαχεῖ
μὲν τούτοις μεθ’ ὁποτέρων ἂν οἴηται μείζω βλάψειν,
δωρεῖται δ’ ἐκείνοις οὓς ἂν νομίζῃ λαβόντας πλεῖστα κακὰ
τοὺς Ἕλληνας ποιήσειν, εἰρήνην δὲ συμπράττει ἐξ ἧς ἂν
ἡγῆται μάλιστα ἡμᾶς ἀλλήλοις πολεμήσειν, ὁρῶσι μὲν οὖν
ἅπαντες ταῦτα· ἐπεμελήθη δὲ τίς ἄλλος πώποτε πλὴν
Ἀγησίλαος ἢ ὅπως φῦλόν τι ἀποστήσεται τοῦ Πέρσου ἢ
ὅπως τὸ ἀποστὰν μὴ ἀπόληται ἢ τὸ παράπαν ὡς καὶ βασι-
λεὺς κακὰ ἔχων μὴ δυνήσεται τοῖς Ἕλλησι πράγματα παρ-
έχειν; ὃς καὶ πολεμούσης τῆς πατρίδος πρὸς Ἕλληνας ὅμως
τοῦ κοινοῦ ἀγαθοῦ τῇ Ἑλλάδι οὐκ ἠμέλησεν, ἀλλ’ ἐξέπλευ-
σεν ὅ τι δύναιτο κακὸν ποιήσων τὸν βάρβαρον.
Nessun commento:
Posta un commento